936aἐξείργειν ἐκ τῆς χώρας τὸ παράπαν αὐθημερόν, ἢ ζημιοῦσθαι μναῖς τρισὶν ἱεραῖς τοῦ θεοῦ οὗ ἂν ἀγὼν ᾖ. οἷς δʼ εἴρηται πρότερον ἐξουσίαν εἶναι περί του ποιεῖν, εἰς ἀλλήλους τούτοις ἄνευ θυμοῦ μὲν μετὰ παιδιᾶς ἐξέστω, σπουδῇ δὲ ἅμα καὶ θυμουμένοισιν μὴ ἐξέστω. τούτου δὴ διάγνωσις ἐπιτετράφθω τῷ τῆς παιδεύσεως ὅλης ἐπιμελητῇ τῶν νέων· καὶ ὃ μὲν ἂν οὗτος ἐγκρίνῃ, προφέρειν εἰς τὸ μέσον ἐξέστω τῷ ποιήσαντι, ὃ δʼ ἂν ἀποκρίνῃ, μήτε αὐτὸς ἐπιδεικνύσθω
936bμηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.
οἰκτρὸς δʼ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλʼ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται· διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει. διὸ τῷ νομοθέτῃ θεῖναι
936cνόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά· Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος ἡ τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως ἡ χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.
δοῦλος δʼ ἂν ἢ δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν,