Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 935e Pl. Leg. 936c (English) >>Pl. Leg. 937a

936bμηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.

οἰκτρὸς δʼ οὐχ πεινῶν τι τοιοῦτον πάσχων, ἀλλʼ σωφρονῶν τινα ἀρετὴν μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται· διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει. διὸ τῷ νομοθέτῃ θεῖναι 936cνόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά· Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.

δοῦλος δʼ ἂν δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν, 936dμὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, τοῦ βλάψαντος δεσπότης τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, τὸν βλάψαντʼ αὐτὸν παραδότω· ἐὰν δʼ ἐπαιτιώμενος δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 935e Pl. Leg. 936c (English) >>Pl. Leg. 937a

Powered by PhiloLogic