Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 936b Pl. Leg. 936e (English) >>Pl. Leg. 937c

936dμὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, τοῦ βλάψαντος δεσπότης τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, τὸν βλάψαντʼ αὐτὸν παραδότω· ἐὰν δʼ ἐπαιτιώμενος δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας 936eτοῦ δούλου κομιζέσθω ἧς ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω. καὶ ἐὰν ὑποζύγιον ἵππος κύων τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην.

ἐάν τις ἑκὼν μὴ ʼθέλῃ μαρτυρεῖν, προκαλεῖσθαι τὸν δεόμενον, δὲ κληθεὶς ἀπαντάτω πρὸς τὴν δίκην, καὶ ἐὰν μὲν εἰδῇ καὶ ἐθέλῃ μαρτυρεῖν, μαρτυρείτω, ἐὰν δὲ εἰδέναι μὴ φῇ, τοὺς τρεῖς θεοὺς Δία καὶ Ἀπόλλωνα καὶ Θέμιν 937aἀπομόσας μὴν μὴ εἰδέναι ἀπαλλαττέσθω τῆς δίκης· δʼ εἰς μαρτυρίαν κληθείς, μὴ ἀπαντῶν δὲ τῷ καλεσαμένῳ, τῆς βλάβης ὑπόδικος ἔστω κατὰ νόμον. ἐὰν δέ τίς τινα δικάζοντα ἀναστήσηται μάρτυρα, μαρτυρήσας μὴ διαψηφιζέσθω περὶ ταύτης τῆς δίκης. γυναικὶ δʼ ἐξέστω ἐλευθέρᾳ μαρτυρεῖν καὶ συνηγορεῖν, ἐὰν ὑπὲρ τετταράκοντα ἔτη γεγονυῖα, καὶ δίκην λαγχάνειν, ἐὰν ἄνανδρος · ζῶντος δὲ ἀνδρὸς ἐξέστω μαρτυρῆσαι μόνον. δούλῃ δὲ καὶ δούλῳ καὶ παιδὶ φόνου



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 936b Pl. Leg. 936e (English) >>Pl. Leg. 937c

Powered by PhiloLogic