Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 944d Pl. Leg. 945a (English) >>Pl. Leg. 945d

944eμάλιστα ʼκείνῃ τῇ γενέσει ἐναντία γένεσις, εἰς γυναῖκα ἐξ ἀνδρὸς μεταβαλοῦσα, τιμωρία τούτῳ γενομένη. νῦν δʼ ὅτι τούτων ἐγγύτατα φιλοψυχίας ἕνεκα, ἵνα τὸν ἐπίλοιπον βίον μὴ κινδυνεύῃ, ζῇ δὲ ὡς πλεῖστον χρόνον ὢν κακὸς ὀνείδει συνεχόμενος, ἔστω νόμος ὅδε ἐπὶ τούτοις· Ἀνὴρ ὃς ἂν ὄφλῃ δίκην ὡς αἰσχρῶς ἀποβαλὼν ὅπλα πολεμικά, τούτῳ μήτʼ οὖν τις στρατηγὸς μήτʼ ἄλλος ποτὲ τῶν κατὰ πόλεμον 945aἀρχόντων ὡς ἀνδρὶ στρατιώτῃ χρήσηται μηδʼ εἰς τάξιν κατατάξῃ μηδʼ ἡντινοῦν· εἰ δὲ μή, κατευθύνειν αὐτοῦ τὸν εὔθυνον, ἂν μὲν τοῦ μεγίστου τιμήματος τάξας τὸν κακόν, χιλίας, ἂν δὲ τοῦ δευτέρου, πέντε μνᾶς, ἂν δὲ τοῦ τρίτου, τρεῖς μνᾶς, ἂν δὲ τοῦ τετάρτου, μνᾶν. δὲ ὀφλὼν τὴν δίκην πρὸς τῷ ἀφεῖσθαι τῶν ἀνδρείων κινδύνων κατὰ φύσιν τὴν αὑτοῦ προσαποτεισάτω μισθόν, χιλίας μέν, ἂν τοῦ μεγίστου τιμήματος , πέντε δέ, τοῦ δευτέρου, τρεῖς δέ, 945bἂν τοῦ τρίτου, μνᾶν δὲ ὡσαύτως, καθάπερ οἱ πρόσθεν, τοῦ τετάρτου μέρους.

εὐθύνων δὴ πέρι τίς ἡμῖν λόγος ἂν εἴη πρέπων ἀρχόντων γενομένων τῶν μὲν κατὰ τύχην κλήρου καὶ ἐπʼ ἐνιαυτόν, τῶν δʼ εἰς πλείονα ἔτη καὶ ἐκ προκρίτων; τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός, ἄν τίς τί εἴπῃ σκολιὸν αὐτῶν <> καμφθεὶς ὑπὸ βάρους μὲν τὴν ἀρχὴν πράξῃ, τῆς δʼ αὑτοῦ δυνάμεως ἐνδείᾳ πρὸς τὴν τῆς ἀρχῆς ἀξίαν; ῥᾴδιον μὲν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 944d Pl. Leg. 945a (English) >>Pl. Leg. 945d

Powered by PhiloLogic