Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 948b Pl. Leg. 949a (English) >>Pl. Leg. 949d

948dἂν εἴη τέχνη πρέπουσα ἐν δίκαις. μεταβεβληκυιῶν οὖν τῶν περὶ θεοὺς δοξῶν ἐν τοῖς ἀνθρώποις μεταβάλλειν δεῖ καὶ τοὺς νόμους· ἐν γὰρ λήξεσιν δικῶν τοὺς μετὰ νοῦ τιθεμένους νόμους ἐξαιρεῖν χρὴ τοὺς ὅρκους τῶν ἀντιδικούντων ἑκατέρων, καὶ τὸν λαγχάνοντά τῴ τινα δίκην τὰ μὲν ἐγκλήματα γράφειν, ὅρκον δὲ μὴ ἐπομνύναι, καὶ τὸν φεύγοντα κατὰ ταὐτὰ τὴν ἄρνησιν γράψαντα παραδοῦναι τοῖς ἄρχουσιν ἀνώμοτον. δεινὸν γάρ που, δικῶν γʼ ἐν πόλει πολλῶν 948eγενομένων, εὖ εἰδέναι σμικροῦ δεῖν τοὺς ἡμίσεις αὐτῶν ἐπιωρκηκότας, ἐν συσσιτίοις τε ἀλλήλοις εὐχερῶς συγγιγνομένους καὶ ἐν ἄλλαις συνουσίαις τε καὶ ἰδιωτικαῖς συγγενήσεσιν ἑκάστων. νόμος δὴ κείσθω δικαστὴν μὲν ὀμνύναι δικάζειν μέλλοντα, καὶ τὸν τὰς ἀρχὰς τῷ κοινῷ καθιστάντα 949aδιʼ ὅρκων διὰ φορᾶς ψήφων ἀφʼ ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι· τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις. καὶ τὸ παράπαν ἐν δίκῃ τοὺς προέδρους μὴ 949bἐπιτρέπειν μήτε ὀμνύντι λέγειν πιθανότητος χάριν μήτε ἐπαρώμενον ἑαυτῷ καὶ γένει μήτε ἱκετείαις χρώμενον ἀσχήμοσιν μήτε οἴκτοις γυναικείοις, ἀλλὰ τὸ δίκαιον μετʼ εὐφημίας διδάσκοντα καὶ μανθάνοντα ἀεὶ διατελεῖν, εἰ δὲ μή, καθάπερ ἔξω τοῦ λόγου λέγοντος, τοὺς ἄρχοντας πάλιν ἐπανάγειν εἰς τὸν περὶ τοῦ πράγματος ἀεὶ λόγον. ξένῳ δʼ εἶναι πρὸς ξένους, καθάπερ τὰ νῦν, δέχεσθαί τε ὅρκους παρʼ


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 948b Pl. Leg. 949a (English) >>Pl. Leg. 949d

Powered by PhiloLogic