Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 948e Pl. Leg. 949b (English) >>Pl. Leg. 949e

949aδιʼ ὅρκων διὰ φορᾶς ψήφων ἀφʼ ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι· τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις. καὶ τὸ παράπαν ἐν δίκῃ τοὺς προέδρους μὴ 949bἐπιτρέπειν μήτε ὀμνύντι λέγειν πιθανότητος χάριν μήτε ἐπαρώμενον ἑαυτῷ καὶ γένει μήτε ἱκετείαις χρώμενον ἀσχήμοσιν μήτε οἴκτοις γυναικείοις, ἀλλὰ τὸ δίκαιον μετʼ εὐφημίας διδάσκοντα καὶ μανθάνοντα ἀεὶ διατελεῖν, εἰ δὲ μή, καθάπερ ἔξω τοῦ λόγου λέγοντος, τοὺς ἄρχοντας πάλιν ἐπανάγειν εἰς τὸν περὶ τοῦ πράγματος ἀεὶ λόγον. ξένῳ δʼ εἶναι πρὸς ξένους, καθάπερ τὰ νῦν, δέχεσθαί τε ὅρκους παρʼ 949cἀλλήλων, ἂν ἐθέλωσι, καὶ διδόναι κυρίωςοὐ γὰρ καταγηράσουσιν οὐδʼ ἐννεοττεύοντες ἐν τῇ πόλει ὡς τὸ πολὺ τοιούτους ἄλλους κυρίους τῆς χώρας παρέξονται συντρόφουςδικῶν τε περὶ λήξεως τὸν αὐτὸν τρόπον εἶναι πρὸς ἀλλήλους πᾶσι τὴν κρίσιν.

ὅσα τις ἐλεύθερος ἀπειθεῖ τῇ πόλει, μήτʼ οὖν πληγῶν ἄξια μηδʼ αὖ δεσμῶν μηδὲ θανάτου, περὶ δὲ χορείας τινῶν φοιτήσεων πομπεύσεων τοιούτων τινῶν ἄλλων κοινῶν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 948e Pl. Leg. 949b (English) >>Pl. Leg. 949e

Powered by PhiloLogic