Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 950e Pl. Leg. 951c (English) >>Pl. Leg. 952a

951bγὰρ ἄπειρος οὖσα πόλις ἀνθρώπων κακῶν καὶ ἀγαθῶν δύναιτʼ ἄν ποτε, ἀνομίλητος οὖσα, ἥμερος ἱκανῶς εἶναι καὶ τέλεος, οὐδʼ αὖ τοὺς νόμους διαφυλάττειν ἄνευ τοῦ γνώμῃ λαβεῖν αὐτοὺς ἀλλὰ μὴ μόνον ἔθεσιν. εἰσὶ γὰρ ἐν τοῖς πολλοῖς ἄνθρωποι ἀεὶ θεῖοί τινεςοὐ πολλοίπαντὸς ἄξιοι συγγίγνεσθαι, φυόμενοι οὐδὲν μᾶλλον ἐν εὐνομουμέναις πόλεσιν καὶ μή, ὧν κατʼ ἴχνος ἀεὶ χρὴ τὸν ἐν ταῖς εὐνομουμέναις πόλεσιν οἰκοῦντα, ἐξιόντα κατὰ θάλατταν καὶ γῆν, ζητεῖν 951cὃς ἂν ἀδιάφθαρτος , τὰ μὲν βεβαιούμενον τῶν νομίμων, ὅσα καλῶς αὐτοῖς κεῖται, τὰ δʼ ἐπανορθούμενον, εἴ τι παραλείπεται. ἄνευ γὰρ ταύτης τῆς θεωρίας καὶ ζητήσεως οὐ μένει ποτὲ τελέως πόλις, οὐδʼ ἂν κακῶς αὐτὴν θεωρῶσιν.

Κλεινίας

πῶς οὖν ἂν γίγνοιτʼ ἀμφότερα;

Ἀθηναῖος

τῇδε. πρῶτον μὲν θεωρὸς τοιοῦτος ἡμῖν γεγονὼς ἔστω πλειόνων ἐτῶν πεντήκοντα, ἔτι δὲ τῶν εὐδοκίμων τά τε ἄλλα καὶ εἰς τὸν πόλεμον ἔστω γεγενημένος, 951dεἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις· πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω. θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων· οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 950e Pl. Leg. 951c (English) >>Pl. Leg. 952a

Powered by PhiloLogic