951cὃς ἂν ἀδιάφθαρτος ᾖ, τὰ μὲν βεβαιούμενον τῶν νομίμων, ὅσα καλῶς αὐτοῖς κεῖται, τὰ δʼ ἐπανορθούμενον, εἴ τι παραλείπεται. ἄνευ γὰρ ταύτης τῆς θεωρίας καὶ ζητήσεως οὐ μένει ποτὲ τελέως πόλις, οὐδʼ ἂν κακῶς αὐτὴν θεωρῶσιν.Κλεινίας
πῶς οὖν ἂν γίγνοιτʼ ἀμφότερα;
Ἀθηναῖος
τῇδε. πρῶτον μὲν ὁ θεωρὸς ὁ τοιοῦτος ἡμῖν γεγονὼς ἔστω πλειόνων ἐτῶν ἢ πεντήκοντα, ἔτι δὲ τῶν εὐδοκίμων τά τε ἄλλα καὶ εἰς τὸν πόλεμον ἔστω γεγενημένος,
951dεἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις· πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω. θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων· οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων
951eτοὺς ἀεὶ πρεσβεύοντας δέκα. ἔτι ὁ περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς ὅ τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι. ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων. τὴν δὲ συνουσίαν εἶναι τούτοις καὶ