Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 951c Pl. Leg. 952a (English) >>Pl. Leg. 952c

951dεἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις· πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω. θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων· οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων 951eτοὺς ἀεὶ πρεσβεύοντας δέκα. ἔτι περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι. ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων. τὴν δὲ συνουσίαν εἶναι τούτοις καὶ 952aτοὺς λόγους περὶ νόμων ἀεὶ τῆς τε οἰκείας πόλεως πέρι, καὶ ἐὰν ἄλλοθι πυνθάνωνταί τι περὶ τῶν τοιούτων διαφέρον, καὶ δὴ καὶ περὶ μαθημάτων, ὁπόσʼ ἂν ἐν ταύτῃ τῇ σκέψει δοκῇ συμφέρειν μαθοῦσι μὲν εὐαγέστερον γίγνεσθαι, μὴ μαθοῦσι δὲ σκοτωδέστερα τὰ περὶ νόμους αὐτοῖς φαίνεσθαι καὶ ἀσαφῆ. δʼ ἂν τούτων ἐγκρίνωσιν οἱ γεραίτεροι, τοὺς νεωτέρους πάσῃ σπουδῇ μανθάνειν, ἐὰν δέ τις ἀνάξιος δοκῇ τῶν παρακεκλημένων εἶναι, τῷ παρακαλοῦντι μέμφεσθαι τὸν


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 951c Pl. Leg. 952a (English) >>Pl. Leg. 952c

Powered by PhiloLogic