Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 953d Pl. Leg. 954b (English) >>Pl. Leg. 954e

954aχιλίας μὴ ἔλαττον πέντε. ἐγγυητὴς μὲν δὴ καὶ προπωλῶν ὁτιοῦν τοῦ μὴ ἐνδίκως πωλοῦντος καὶ μηδαμῶς ἀξιόχρεω· ὑπόδικος δʼ ἔστω καὶ προπωλῶν καθάπερ ἀποδόμενος.

φωρᾶν δὲ ἂν ἐθέλῃ τις παρʼ ὁτῳοῦν, γυμνὸς χιτωνίσκον ἔχων ἄζωστος, προομόσας τοὺς νομίμους θεοὺς μὴν ἐλπίζειν εὑρήσειν, οὕτω φωρᾶν· δὲ παρεχέτω τὴν οἰκίαν, τά τε σεσημασμένα καὶ τὰ ἀσήμαντα, φωρᾶν. ἐὰν δέ τις 954bἐρευνᾶν βουλομένῳ φωρᾶν μὴ διδῷ, δικάζεσθαι μὲν τὸν ἀπειργόμενον, τιμησάμενον τὸ ἐρευνώμενον, ἂν δέ τις ὄφλῃ, τὴν διπλασίαν τοῦ τιμηθέντος βλάβην ἐκτίνειν. ἐὰν δὲ ἀποδημῶν οἰκίας δεσπότης τυγχάνῃ, τὰ μὲν ἀσήμαντα παρεχόντων οἱ ἐνοικοῦντες ἐρευνᾶν, τὰ δὲ σεσημασμένα παρασημηνάσθω καὶ ὃν ἂν ἐθέλῃ φύλακα καταστησάτω πέντε ἡμέρας φωρῶν· ἐὰν δὲ πλείονα χρόνον ἀπῇ, τοὺς ἀστυνόμους παραλαβὼν οὕτω φωράτω, λύων καὶ τὰ σεσημασμένα, 954cπάλιν δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἀστυνόμων κατὰ ταὐτὰ σημηνάσθω.

τῶν ἀμφισβητησίμων χρόνου ὅρος, ὃν ἐάν τις κεκτημένος, μηκέτʼ ἀμφισβητεῖν ἐξεῖναι. χωρίων μὲν οἰκήσεών τε τῇδε οὐκ ἔστʼ ἀμφισβήτησις· τῶν δὲ ἄλλων ὅτι ἄν τις ἐκτημένος , ἐὰν μὲν κατὰ ἄστυ καὶ κατʼ ἀγορὰν καὶ ἱερὰ χρώμενος φαίνηται καὶ μηδεὶς ἐπιλάβηται, φῇ δὲ ζητεῖν τοῦτον τὸν χρόνον, δὲ μὴ ἀποκρυπτόμενος φανερὸς , ἐὰν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 953d Pl. Leg. 954b (English) >>Pl. Leg. 954e

Powered by PhiloLogic