Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 953e Pl. Leg. 954c (English) >>Pl. Leg. 955b

954bἐρευνᾶν βουλομένῳ φωρᾶν μὴ διδῷ, δικάζεσθαι μὲν τὸν ἀπειργόμενον, τιμησάμενον τὸ ἐρευνώμενον, ἂν δέ τις ὄφλῃ, τὴν διπλασίαν τοῦ τιμηθέντος βλάβην ἐκτίνειν. ἐὰν δὲ ἀποδημῶν οἰκίας δεσπότης τυγχάνῃ, τὰ μὲν ἀσήμαντα παρεχόντων οἱ ἐνοικοῦντες ἐρευνᾶν, τὰ δὲ σεσημασμένα παρασημηνάσθω καὶ ὃν ἂν ἐθέλῃ φύλακα καταστησάτω πέντε ἡμέρας φωρῶν· ἐὰν δὲ πλείονα χρόνον ἀπῇ, τοὺς ἀστυνόμους παραλαβὼν οὕτω φωράτω, λύων καὶ τὰ σεσημασμένα, 954cπάλιν δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἀστυνόμων κατὰ ταὐτὰ σημηνάσθω.

τῶν ἀμφισβητησίμων χρόνου ὅρος, ὃν ἐάν τις κεκτημένος, μηκέτʼ ἀμφισβητεῖν ἐξεῖναι. χωρίων μὲν οἰκήσεών τε τῇδε οὐκ ἔστʼ ἀμφισβήτησις· τῶν δὲ ἄλλων ὅτι ἄν τις ἐκτημένος , ἐὰν μὲν κατὰ ἄστυ καὶ κατʼ ἀγορὰν καὶ ἱερὰ χρώμενος φαίνηται καὶ μηδεὶς ἐπιλάβηται, φῇ δὲ ζητεῖν τοῦτον τὸν χρόνον, δὲ μὴ ἀποκρυπτόμενος φανερὸς , ἐὰν 954dοὕτω τις ἐνιαυτὸν ὁτιοῦν ἐκτημένος, δὲ ζητῶν διαγένωνται, μὴ ἐξέστω τοιούτου κτήματος ἐπιλαβέσθαι μηδένʼ ἀπελθόντος ἐνιαυτοῦ. ἐὰν δὲ κατʼ ἄστυ μὲν μὴ μηδὲ κατʼ ἀγορὰν χρῆται, κατʼ ἀγροὺς δὲ φανερῶς, μὴ προστυχὴς δὲ ἐν πέντε ἔτεσιν γένηταί τις, τῶν πέντε ἐξελθόντων ἐτῶν, μηκέτι τοῦ λοιποῦ χρόνου ἐξέστω τούτῳ τοῦ τοιούτου ἐπιλαβέσθαι. ἐὰν δὲ κατʼ οἰκίας ἐν ἄστει τέ τις χρῆται, τριετῆ τὴν προθεσμίαν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 953e Pl. Leg. 954c (English) >>Pl. Leg. 955b

Powered by PhiloLogic