Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 954c Pl. Leg. 955b (English) >>Pl. Leg. 955e

954eεἶναι, ἐὰν δὲ κατʼ ἀγροὺς ἐν ἀφανεῖ κεκτῆται, δέκα ἐτῶν, ἐὰν δʼ ἐν ἀλλοδημίᾳ, τοῦ παντὸς χρόνου, ὅταν ἀνεύρῃ που, μηδεμίαν εἶναι προθεσμίαν τῆς ἐπιλήψεως.

ἐάν τίς τινα δίκῃ παραγενέσθαι κωλύσῃ βίᾳ, εἴτε αὐτὸν εἴτε μάρτυρας, ἐὰν μὲν δοῦλον εἴτε αὑτοῦ εἴτε ἀλλότριον, ἀτελῆ καὶ ἄκυρον γίγνεσθαι τὴν δίκην, ἐὰν δὲ ἐλεύθερον, 955aπρὸς τῷ ἀτελῆ, δεθῆναι μὲν ἐνιαυτόν, ὑπόδικον δὲ ἀνδραποδισμοῦ τῷ ἐθέλοντι γίγνεσθαι. ἐὰν δὲ ἀνταγωνιστὴν γυμναστικῆς μουσικῆς τινος ἀγῶνος ἑτέρου διακωλύῃ τις βίᾳ μὴ παραγίγνεσθαι, φραζέτω μὲν ἐθέλων τοῖς ἀθλοθέταις, οἱ δʼ εἰς τὸν ἀγῶνα ἐλεύθερον ἀφιέντων τὸν ἐθέλοντα ἀγωνίζεσθαι· ἐὰν δὲ ἀδυνατήσωσιν, ἐὰν μὲν κωλύων ἀγωνίζεσθαι νικήσῃ, τά τε νικητήρια τῷ διακωλυθέντι 955bδιδόναι καὶ νικήσαντα γράφειν ἐν ἱεροῖς οἷς ἂν ἐθέλῃ, τῷ δὲ διακωλύσαντι μὴ ἐξέστω μηδὲν ἀνάθημα μηδʼ ἐπιγραφὴν τοῦ τοιούτου ἀγῶνός ποτε γενέσθαι, βλάβης δὲ ὑπόδικος γιγνέσθω, ἐάντε ἡττῆται ἀγωνιζόμενος ἐάντε καὶ νικᾷ.

ἐάν τις κλεμμάδιον ὁτιοῦν ὑποδέχηται γιγνώσκων, τὴν αὐτὴν ὑπεχέτω δίκην τῷ κλέψαντι· φυγάδος δὲ ὑποδοχῆς θάνατος ἔστω ζημία.

τὸν αὐτὸν φίλον τε καὶ ἐχθρὸν νομιζέτω πᾶς τῇ πόλει· 955cἐὰν δέ τις ἰδίᾳ ποιῆται πρός τινας εἰρήνην πόλεμον ἄνευ τοῦ κοινοῦ, θάνατος ἔστω καὶ τούτῳ ζημία· ἐὰν δέ τι μέρος τῆς πόλεως εἰρήνην πόλεμον πρός τινας ἑαυτῷ ποιῆται, τοὺς αἰτίους οἱ στρατηγοὶ ταύτης τῆς πράξεως εἰσαγόντων εἰς δικαστήριον, ὀφλόντι δὲ θάνατος ἔστω δίκη.

τοὺς τῇ πατρίδι διακονοῦντάς τι δώρων χωρὶς χρὴ διακονεῖν, πρόφασιν δʼ εἶναι μηδεμίαν μηδὲ λόγον ἐπαινούμενον, ὡς ἐπʼ ἀγαθοῖς μὲν δεῖ δέχεσθαι δῶρα, ἐπὶ δὲ φλαύροις



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 954c Pl. Leg. 955b (English) >>Pl. Leg. 955e

Powered by PhiloLogic