957cτὰ μὲν εἴρηται, τὰ δʼ ἔτι πρὸς τῷ τέλει ῥηθήσεται. πρὸς ἃ πάντα χρὴ τὸν μέλλοντα δικαστὴν ἴσον ἔσεσθαι κατὰ δίκην βλέπειν τε καὶ κεκτημένον γράμματα αὐτῶν πέρι μανθάνειν· πάντων γὰρ μαθημάτων κυριώτατα τοῦ τὸν μανθάνοντα βελτίω γίγνεσθαι τὰ περὶ τοὺς νόμους κείμενα, εἴπερ ὀρθῶς εἴη τεθέντα, γίγνοιτʼ ἄν, ἢ μάτην τοὔνομα νῷ προσῆκον κεκτῇτʼ ἂν ὁ θεῖος ἡμῖν καὶ θαυμαστὸς νόμος. καὶ δὴ καὶ τῶν ἄλλων λόγων ὅσοι τε ἐν ποιήμασιν ἔπαινοι καὶ
957dψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτʼ ἐν γράμμασιν εἴτε καθʼ ἡμέραν ἐν ταῖς ἄλλαις πάσαις συνουσίαις διὰ φιλονικίας τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανος εἴη σαφὴς τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖς μὲν
957eἀγαθοῖς μονὰς τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖς δὲ κακοῖς ἐξ ἀμαθίας καὶ ἀκολασίας καὶ δειλίας καὶ συλλήβδην πάσης ἀδικίας εἰς τὸ δυνατὸν μεταβολήν, ὅσοις ἰάσιμοι δόξαι τῶν κακῶν· οἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι,
958aθάνατον ἴαμα ταῖς οὕτω διατεθείσαις ψυχαῖς διανέμοντες, ὃ δικαίως εἴη πολλάκις ἂν εἰρημένον, ἄξιοι ἐπαίνου γίγνοιντʼ ἂν τῇ πάσῃ πόλει τοιοῦτοι δικασταὶ καὶ δικαστῶν ἡγεμόνες.
ἐπειδὰν δὲ αἱ κατʼ ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε· πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι,