Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 959c Pl. Leg. 960a (English) >>Pl. Leg. 960d

959eἀνδρῶν καὶ πάσης ἡλικίας ἐπιμελούμενοι ζῶσι, καὶ δὴ καὶ πρὸς τὸ τέλος ἁπάντων νομοφύλαξ εἷς γέ τις ἐπιστατῇ, ὃν ἂν οἱ τοῦ τετελευτηκότος ἐπίσκοπον οἰκεῖοι παραλάβωσιν, καλόν τʼ ἔστω καλῶς καὶ μετρίως τὰ περὶ τὸν τετελευτηκότα γιγνόμενα καὶ μὴ καλῶς αἰσχρόν. πρόθεσις δὲ καὶ τἆλλα ἔστω μὲν κατὰ τὸν περὶ τὰ τοιαῦτα νόμον γιγνόμενα, τῷ δὲ πολιτικῷ νομοθετοῦντι παραχωρεῖν χρὴ τὰ τοιάδε· δακρύειν 960aμὲν τὸν τετελευτηκότα ἐπιτάττειν μὴ ἄμορφον, θρηνεῖν δὲ καὶ ἔξω τῆς οἰκίας φωνὴν ἐξαγγέλλειν ἀπαγορεύειν, καὶ τὸν νεκρὸν εἰς τὸ φανερὸν προάγειν τῶν ὁδῶν κωλύειν, καὶ ἐν ταῖς ὁδοῖς πορευόμενον φθέγγεσθαι, καὶ πρὸ ἡμέρας ἔξω τῆς πόλεως εἶναι. ταῦτα δὴ κείσθω τε οὕτω περὶ τὰ τοιαῦτα νόμιμα, καὶ μὲν πειθόμενος ἔστω ζημίας ἐκτός, δὲ ἀπειθῶν ἑνὶ τῶν νομοφυλάκων ὑπὸ πάντων ζημιούσθω 960bτῇ δοξάσῃ πᾶσι κοινῇ ζημίᾳ. ὅσαι δʼ ἄλλαι γίγνονται περὶ τελευτήσαντας ταφαὶ εἴτε καὶ ἄταφοι πράξεις, περὶ πατροφόνων καὶ ἱεροσύλων καὶ τῶν τοιούτων πάντων, εἰρημέναι ἐν τοῖς ἔμπροσθεν κεῖνται διὰ νόμων, ὥστε σχεδὸν νομοθεσία τέλος ἂν ἡμῖν ἔχοι· τῶν πάντων δʼ ἑκάστοτε τέλος οὐ τὸ δρᾶσαί τι σχεδὸν οὐδὲ τὸ κτήσασθαι κατοικίσαι τʼ ἐστίν, ἀλλὰ τῷ γεννηθέντι σωτηρίαν ἐξευρόντα τελέως ἀεί, τότʼ ἤδη νομίζειν πᾶν ὅσον δεῖ πραχθῆναι πεπρᾶχθαι, πρότερον


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 959c Pl. Leg. 960a (English) >>Pl. Leg. 960d

Powered by PhiloLogic