960eἈθηναῖος
ἀλλʼ ἔστι μὴν δυνατόν, ὥς γέ μοι τὰ νῦν παντάπασι καταφαίνεται.
Κλεινίας
μὴ τοίνυν ἀφιστώμεθα μηδενὶ τρόπῳ, πρὶν ἂν τοῦτʼ αὐτὸ ἐκπορισώμεθα τοῖς εἰρημένοις νόμοις· γελοῖον γὰρ τό γε μάτην πονήσαντα ὁτιοῦν εἰς μηδὲν βέβαιον καταβαλεῖν.
Ἀθηναῖος
ὀρθῶς παρακελεύῃ, καὶ ἐμὲ τοιοῦτον εὑρήσεις ἄλλον.
Κλεινίας
καλῶς δὴ λέγεις. τίς οὖν δή, φῄς, σωτηρία γίγνοιτʼ ἂν καὶ τίνα τρόπον πολιτείᾳ τε καὶ τοῖς νόμοις ἡμῖν;
961aἈθηναῖος
ἆρʼ οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά; δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι· πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν
961bνέων, μὴ ἔλαττον ἢ τριάκοντʼ ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστʼ αὐτῷ τῷ ἀποκριθέντι· δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκʼ ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστʼ ᾖ τις σχολὴ παντί. τοιοῦτόν τί που λεχθὲν ἡμῖν ἦν ἐν τοῖς