961cἔμπροσθεν λόγοις;Κλεινίας
ἦν γὰρ οὖν.
Ἀθηναῖος
τούτου δὴ πέρι τοῦ συλλόγου πάλιν ἀναλαβὼν λέγοιμʼ ἂν τὸ τοιόνδε. φημί, εἴ τις τοῦτον βάλοιτο οἷον ἄγκυραν πάσης τῆς πόλεως, πάντα ἔχουσαν τὰ πρόσφορα ἑαυτῇ, σῴζειν ἂν σύμπαντα ἃ βουλόμεθα.
Κλεινίας
πῶς δή;
Ἀθηναῖος
τὸ μετὰ τοῦτο ἡμέτερος ἂν καιρὸς γίγνοιτο ὀρθῶς φράζοντας μηδὲν ἀπολείπειν προθυμίας.
Κλεινίας
καὶ μάλα καλῶς εἶπες, ποίει θʼ ὥσπερ καὶ διανοῇ.
961dἈθηναῖος
χρὴ τοίνυν, ὦ Κλεινία, παντὸς πέρι νοῆσαι σωτῆρα τὸν εἰκότα ἐν ἑκάστοις τῶν ἔργων, ὡς ἐν ζῴῳ ψυχὴ καὶ κεφαλή, τό γε μέγιστον, πεφύκατον.
Κλεινίας
πῶς αὖ φῄς;
Ἀθηναῖος
ἡ τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν.
Κλεινίας
πῶς;
Ἀθηναῖος
ψυχῇ μὲν πρὸς τοῖς ἄλλοις νοῦς ἐγγιγνόμενος, κεφαλῇ δʼ αὖ πρὸς τοῖς ἄλλοις ὄψις καὶ ἀκοή· συλλήβδην δὲ νοῦς μετὰ τῶν καλλίστων αἰσθήσεων κραθείς, γενόμενός τε εἰς ἕν, σωτηρία ἑκάστων δικαιότατʼ ἂν εἴη καλουμένη.
Κλεινίας
ἔοικε γοῦν.
961eἈθηναῖος
ἔοικε γάρ. ἀλλʼ ὁ περὶ τί νοῦς μετʼ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτʼ ἄν; ἆρʼ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν;
Κλεινίας
τί μήν;
Ἀθηναῖος
οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων· ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα