Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 962d Pl. Leg. 963b (English) >>Pl. Leg. 963e

963a

Κλεινίας

οὐκοῦν τό γʼ ἡμέτερον, ξένε, ὀρθῶς ἂν εἴη πάλαι τιθέμενον; πρὸς γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθʼ ἡμῖν τὰ τῶν νόμων βλέποντʼ εἶναι, τοῦτο δʼ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶς λέγεσθαι.

Ἀθηναῖος

ναί.

Κλεινίας

τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που.

Ἀθηναῖος

πάνυ μὲν οὖν.

Κλεινίας

νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸς ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν.

Ἀθηναῖος

κάλλιστʼ ἐπακολουθεῖς, Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει. νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν 963bκαὶ στρατηγικὸν εἴπομεν εἰς τὸ ἓν ἐκεῖνο οἷ δεῖ βλέπειν, τὸν δὲ πολιτικὸν ἐλέγχοντες ἐνταῦθʼ ἐσμὲν νῦν, καὶ καθάπερ ἄνθρωπον ἐπανερωτῶντες εἴποιμεν ἄν· “ θαυμάσιε, σὺ δὲ δὴ ποῖ σκοπεῖς; τί ποτʼ ἐκεῖνό ἐστι τὸ ἕν, δὴ σαφῶς μὲν ἰατρικὸς νοῦς ἔχει φράζειν, σὺ δʼ ὢν δὴ διαφέρων, ὡς φαίης ἄν, πάντων τῶν ἐμφρόνων, οὐχ ἕξεις εἰπεῖν;” σύ γε, Μέγιλλε καὶ Κλεινία, ἔχετον διαρθροῦντες ὑπὲρ αὐτοῦ φράζειν πρὸς ἐμὲ τί ποτέ φατε εἶναι τοῦτο, 963cκαθάπερ ὑπὲρ ἄλλων ἐγὼ πρὸς ὑμᾶς συχνῶν διωριζόμην;

Κλεινίας

οὐδαμῶς, ξένε.

Ἀθηναῖος

τί δʼ ὅτι δεῖ προθυμεῖσθαί τε συνιδεῖν αὐτὸ καὶ ἐν οἷς;

Κλεινίας

οἷον ἐν τίσι λέγεις;

Ἀθηναῖος

οἷον ὅτε τέτταρα ἐφήσαμεν ἀρετῆς εἴδη γεγονέναι, δῆλον ὡς ἓν ἕκαστον ἀνάγκη φάναι, τεττάρων γε ὄντων.

Κλεινίας

τί μήν;

Ἀθηναῖος

καὶ μὴν ἕν γε ἅπαντα ταῦτα προσαγορεύομεν. ἀνδρείαν γάρ φαμεν ἀρετὴν εἶναι, καὶ τὴν φρόνησιν ἀρετήν,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 962d Pl. Leg. 963b (English) >>Pl. Leg. 963e

Powered by PhiloLogic