963dκαὶ τὰ δύο τἆλλα, ὡς ὄντως ὄντα οὐ πολλὰ ἀλλʼ ἓν τοῦτο μόνον, ἀρετήν.Κλεινίας
πάνυ μὲν οὖν.
Ἀθηναῖος
ᾗ μὲν τοίνυν διαφέρετον αὐτοῖν τούτω τὼ δύο καὶ δύʼ ὀνόματα ἐλαβέτην καὶ τἆλλα, οὐδὲν χαλεπὸν εἰπεῖν· ᾗ δὲ ἓν ἀμφοῖν ἐπωνομάσαμεν, ἀρετήν, καὶ τοῖς ἄλλοις, οὐκ εὐπετὲς ἔτι.
Κλεινίας
πῶς λέγεις;
Ἀθηναῖος
οὐδὲν χαλεπὸν ὃ λέγω δηλῶσαι. διανειμώμεθα γὰρ ἀλλήλοις τὴν ἐρώτησιν καὶ ἀπόκρισιν.
Κλεινίας
πῶς αὖ φράζεις;
963eἈθηναῖος
ἐρώτησόν με τί ποτε ἓν προσαγορεύοντες ἀρετὴν ἀμφότερα, δύο πάλιν αὐτὰ προσείπομεν, τὸ μὲν ἀνδρείαν, τὸ δὲ φρόνησιν. ἐρῶ γάρ σοι τὴν αἰτίαν, ὅτι τὸ μέν ἐστιν περὶ φόβον, οὗ καὶ τὰ θηρία μετέχει, τῆς ἀνδρείας, καὶ τά γε τῶν παίδων ἤθη τῶν πάνυ νέων· ἄνευ γὰρ λόγου καὶ φύσει γίγνεται ἀνδρεία ψυχή, ἄνευ δὲ αὖ λόγου ψυχὴ φρόνιμός τε καὶ νοῦν ἔχουσα οὔτʼ ἐγένετο πώποτε οὔτʼ ἔστιν οὐδʼ αὖθίς ποτε γενήσεται, ὡς ὄντος ἑτέρου.
Κλεινίας
ἀληθῆ λέγεις.
964aἈθηναῖος
ᾗ μὲν τοίνυν ἐστὸν διαφόρω καὶ δύο, σὺ παρʼ ἐμοῦ ἀπείληφας τῷ λόγῳ· ᾗ δὲ ἓν καὶ ταὐτόν, σὺ πάλιν ἀπόδος ἐμοί. διανοοῦ δὲ ὡς ἐρῶν καὶ ὅπῃ τέτταρα ὄντα ἕν ἐστι, καὶ ἐμὲ δὲ ἀξίου, σοῦ δείξαντος ὡς ἕν, πάλιν ὅπῃ τέτταρα. καὶ δὴ τὸ μετὰ τοῦτο σκοπῶμεν τὸν εἰδότα ἱκανῶς περὶ ὡντινωνοῦν οἷς ἔστιν μὲν ὄνομα, ἔστιν δὲ αὖ καὶ λόγος, πότερον μόνον ἐπίστασθαι τοὔνομα χρεών, τὸν δὲ λόγον ἀγνοεῖν, ἢ τόν γε ὄντα τι καὶ περὶ τῶν διαφερόντων