Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 964b Pl. Leg. 964e (English) >>Pl. Leg. 965d

964d πολλαὶ πάσχουσι τῶν νῦν πόλεων;

Κλεινίας

οὐδέν γε, ὡς εἰκός.

Ἀθηναῖος

τί οὖν; λέγομεν νῦν ποιητέον ἡμῖν, πῶς; τοὺς φύλακας ἀκριβεστέρους τῶν πολλῶν περὶ ἀρετῆς ἔργῳ καὶ λόγῳ κατασκευαστέον; τίνα τρόπον τῇ τῶν ἐμφρόνων κεφαλῇ τε καὶ αἰσθήσεσιν ὁμοιωθήσεται ἡμῖν πόλις, ὡς τοιαύτην τινὰ φυλακὴν κεκτημένη ἐν αὑτῇ;

Κλεινίας

πῶς οὖν δὴ καὶ τίνα τρόπον, ξένε, ἀπεικάζοντες αὐτὸ τοιούτῳ τινὶ λέγομεν; 964e

Ἀθηναῖος

δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἷον ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν, φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, 965aτοὺς δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην. πότερον οὕτω λέγομεν πως ἄλλως δεῖν κατασκευάζεσθαι; μῶν ὁμοίους πάντας κεκτημένους καὶ μὴ διηκριβωμένους ἔστιν οὓς τραφέντας τε καὶ πεπαιδευμένους;

Κλεινίας

ἀλλʼ, θαυμάσιε, ἀδύνατον. 965b

Ἀθηναῖος

ἰτέον ἄρα ἐπί τινα ἀκριβεστέραν παιδείαν τῆς ἔμπροσθεν.

Κλεινίας

ἴσως.

Ἀθηναῖος

ἆρʼ οὖν ἧς δὴ νῦν σχεδὸν ἐφηψάμεθα, τυγχάνοι ἂν οὖσα ἧς χρείαν ἔχομεν αὕτη;

Κλεινίας

παντάπασι μὲν οὖν.

Ἀθηναῖος

οὐκοῦν ἐλέγομεν τόν γε πρὸς ἕκαστα ἄκρον δημιουργόν τε καὶ φύλακα μὴ μόνον δεῖν πρὸς τὰ πολλὰ βλέπειν δυνατὸν εἶναι, πρὸς δὲ τὸ ἓν ἐπείγεσθαι γνῶναί τε, καὶ γνόντα πρὸς ἐκεῖνο συντάξασθαι πάντα συνορῶντα;

Κλεινίας

ὀρθῶς.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 964b Pl. Leg. 964e (English) >>Pl. Leg. 965d

Powered by PhiloLogic