968bπαιδείας ὁπόσης διεληλύθαμεν κοινωνὸν γενόμενον· ἢ πῶς ποιῶμεν;Κλεινίας
ἀλλʼ, ὦ λῷστε, πῶς οὐ προσοίσομεν, ἄν πῃ καὶ κατὰ βραχὺ δυνηθῶμεν;
Ἀθηναῖος
καὶ μὴν πρός γε τὸ τοιοῦτον ἁμιλληθῶμεν πάντες. συλλήπτωρ γὰρ τούτου γε ὑμῖν καὶ ἐγὼ γιγνοίμην ἂν προθύμως—πρὸς δʼ ἐμοὶ καὶ ἑτέρους ἴσως εὑρήσω—διὰ τὴν περὶ τὰ τοιαῦτʼ ἐμπειρίαν τε καὶ σκέψιν γεγονυῖάν μοι καὶ μάλα συχνήν.
Κλεινίας
ἀλλʼ, ὦ ξένε, παντὸς μὲν μᾶλλον ταύτῃ πορευτέον ᾗπερ καὶ ὁ θεὸς ἡμᾶς σχεδὸν ἄγει· τίς δὲ ὁ τρόπος ἡμῖν
968cγιγνόμενος ὀρθῶς γίγνοιτʼ ἄν, τοῦτο δὴ τὰ νῦν λέγωμέν τε καὶ ἐρευνῶμεν.Ἀθηναῖος
οὐκέτι νόμους, ὦ Μέγιλλε καὶ Κλεινία, περὶ τῶν τοιούτων δυνατόν ἐστιν νομοθετεῖν, πρὶν ἂν κοσμηθῇ—τότε δὲ κυρίους ὧν αὐτοὺς δεῖ γίγνεσθαι νομοθετεῖν—ἀλλὰ ἤδη τὸ τὰ τοιαῦτα κατασκευάζον διδαχὴ μετὰ συνουσίας πολλῆς γίγνοιτʼ ἄν, εἰ γίγνοιτο ὀρθῶς.
Κλεινίας
πῶς; τί τοῦτο εἰρῆσθαι φῶμεν αὖ;
Ἀθηναῖος
πρῶτον μὲν δήπου καταλεκτέος ἂν εἴη κατάλογος
968dτῶν ὅσοι ἐπιτήδειοι πρὸς τὴν τῆς φυλακῆς φύσιν ἂν εἶεν ἡλικίαις τε καὶ μαθημάτων δυνάμεσιν καὶ τρόπων ἤθεσιν καὶ ἔθεσιν· μετὰ δὲ τοῦτο, ἃ δεῖ μανθάνειν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ηὑρηκότος ἄλλου μαθητὴν γενέσθαι. πρὸς τούτοις δὲ χρόνους, οὕς τε καὶ ἐν οἷς δεῖ παραλαμβάνειν ἕκαστα, μάταιον ταῦτʼ ἐν γράμμασιν λέγειν· οὐδὲ γὰρ αὐτοῖς τοῖς μανθάνουσι