Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 968c | Pl. Leg. 969a (English) | >>Pl. Leg. 969d |
968eδῆλα γίγνοιτʼ ἂν ὅτι πρὸς καιρὸν μανθάνεται , πρὶν ἐντὸς τῆς ψυχῆς ἑκάστῳ που μαθήματος ἐπιστήμην γεγονέναι . οὕτω δὴ πάντα τὰ περὶ ταῦτα ἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο , ἀπρόρρητα δὲ διὰ τὸ μηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων .Κλεινίας
ταῦτα ποιητέον , ἐγὼ δʼ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις · τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδʼ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη . σοὶ δὴ τοῦτό γε , ὦ Κλεινία , μέλειν παρακελεύομαι · σὺ γὰρ τὴν Μαγνήτων πόλιν , ἢ ᾧ ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ , κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς , ἢ τό γε ἀνδρειότατος
969bεἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ . ἐάν γε μὴν οὗτος ἡμῖν ὁ θεῖος γένηται σύλλογος , ὦ φίλοι ἑταῖροι , παραδοτέον τούτῳ τὴν πόλιν , ἀμφισβήτησίς τε οὐκ ἔστʼ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθʼ ὡς ἔπος εἰπεῖν νομοθετῶν , ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα , κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες , ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι , παιδευθῶσί τε
Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 968c | Pl. Leg. 969a (English) | >>Pl. Leg. 969d |