969aταῦτα ποιητέον, ἐγὼ δʼ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις· τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδʼ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη. σοὶ δὴ τοῦτό γε, ὦ Κλεινία, μέλειν παρακελεύομαι· σὺ γὰρ τὴν Μαγνήτων πόλιν, ἢ ᾧ ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ, κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς, ἢ τό γε ἀνδρειότατος
969bεἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ. ἐάν γε μὴν οὗτος ἡμῖν ὁ θεῖος γένηται σύλλογος, ὦ φίλοι ἑταῖροι, παραδοτέον τούτῳ τὴν πόλιν, ἀμφισβήτησίς τε οὐκ ἔστʼ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθʼ ὡς ἔπος εἰπεῖν νομοθετῶν, ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα, κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες, ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι, παιδευθῶσί τε
969cπροσηκόντως, παιδευθέντες τε ἐν ἀκροπόλει τῆς χώρας κατοικήσαντες, φύλακες ἀποτελεσθῶσιν οἵους ἡμεῖς οὐκ εἴδομεν ἐν τῷ πρόσθεν βίῳ πρὸς ἀρετὴν σωτηρίας γενομένους.Μέγιλλος
ὦ φίλε Κλεινία, ἐκ τῶν νῦν ἡμῖν εἰρημένων ἁπάντων ἢ τὴν πόλιν ἐατέον τῆς κατοικίσεως ἢ τὸν ξένον τόνδε οὐκ ἀφετέον, ἀλλὰ δεήσεσιν καὶ μηχαναῖς πάσαις κοινωνὸν ποιητέον ἐπὶ τὴν τῆς πόλεως κατοίκισιν.