Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 17a Pl. Ti. 17a (English) >>Pl. Ti. 18a

17aΣωκράτης

εἷς, δύο, τρεῖς· δὲ δὴ τέταρτος ἡμῖν, φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;

Τίμαιος

ἀσθένειά τις αὐτῷ συνέπεσεν, Σώκρατες· οὐ γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας.

Σωκράτης

οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος; 17b

Τίμαιος

πάνυ μὲν οὖν, καὶ κατὰ δύναμίν γε οὐδὲν ἐλλείψομεν· οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἷς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν.

Σωκράτης

ἆρʼ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν;

Τίμαιος

τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις· μᾶλλον δέ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρʼ ἡμῖν. 17c

Σωκράτης

ταῦτʼ ἔσται. χθές που τῶν ὑπʼ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετʼ ἄν μοι γενέσθαι.

Τίμαιος

καὶ μάλα γε ἡμῖν, Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν.

Σωκράτης

ἆρʼ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;

Τίμαιος

ναί.

Σωκράτης

καὶ κατὰ φύσιν δὴ δόντες τὸ καθʼ αὑτὸν ἑκάστῳ



Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 17a Pl. Ti. 17a (English) >>Pl. Ti. 18a

Powered by PhiloLogic