Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 19d Pl. Ti. 20b (English) >>Pl. Ti. 21a

20aἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον. Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δʼ αὖ κατʼ ἐμὴν δόξαν ἐπʼ ἄκρον ἁπάσης ἐλήλυθεν· Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτʼ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων 20bπιστευτέον. διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖενεἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντʼ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτʼ ἂν μόνοι τῶν νῦνεἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν καὶ νῦν λέγω. συνωμολογήσατʼ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς 20cαὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπʼ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.

Ἑρμοκράτης

καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδὲν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα· ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθʼ ὁδὸν αὐτὰ ταῦτʼ ἐσκοποῦμεν.



Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 19d Pl. Ti. 20b (English) >>Pl. Ti. 21a

Powered by PhiloLogic