Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 28a Pl. Ti. 29a (English) >>Pl. Ti. 29c

28bοὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δʼ ἂν εἰς γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν. δὴ πᾶς οὐρανὸς κόσμος καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστʼ ἂν δέχοιτο, τοῦθʼ ἡμῖν ὠνομάσθωσκεπτέον δʼ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ 28cδʼ αἰσθητά, δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν· τόδε δʼ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτοῦ, πρὸς πότερον τῶν παραδειγμάτων τεκταινόμενος αὐτὸν 29aἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον πρὸς τὸ γεγονός. εἰ μὲν δὴ καλός ἐστιν ὅδε κόσμος τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δὲ μηδʼ εἰπεῖν τινι θέμις, πρὸς γεγονός. παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον· μὲν γὰρ κάλλιστος τῶν γεγονότων, δʼ ἄριστος τῶν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται·


Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.].
<<Pl. Ti. 28a Pl. Ti. 29a (English) >>Pl. Ti. 29c

Powered by PhiloLogic