Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.]. | ||
<<Pl. Ti. 40b | Pl. Ti. 40e (English) | >>Pl. Ti. 41c |
40dμετὰ ταῦτα γενησομένων τοῖς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν , τὸ λέγειν ἄνευ διʼ ὄψεως τούτων αὖ τῶν μιμημάτων μάταιος ἂν εἴη πόνος · ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν εἰρημένα φύσεως ἐχέτω τέλος .
παισὶν ἀπιστεῖν , καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν , ἀλλʼ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον . οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω . Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην , τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ
41aτούτων , ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους · ἐπεὶ δʼ οὖν πάντες ὅσοι τε περιπολοῦσιν φανερῶς καὶ ὅσοι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον , λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε —
“
Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.]. | ||
<<Pl. Ti. 40b | Pl. Ti. 40e (English) | >>Pl. Ti. 41c |