Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.]. | ||
<<Pl. Ti. 44b | Pl. Ti. 44e (English) | >>Pl. Ti. 45d |
44dεἰκότος ἀντεχομένοις , οὕτω καὶ κατὰ ταῦτα πορευομένοις διεξιτέον .
ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν , ἔνθεν δὲ ἐκβαίνειν , ὄχημα αὐτῷ τοῦτο καὶ εὐπορίαν ἔδοσαν · ὅθεν δὴ μῆκος τὸ σῶμα ἔσχεν , ἐκτατά τε κῶλα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεοῦ μηχανησαμένου πορείαν , οἷς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε ,
45aτὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν . σκέλη μὲν οὖν χεῖρές τε ταύτῃ καὶ διὰ ταῦτα προσέφυ πᾶσιν · τοῦ δʼ ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδοσαν . ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἄνθρωπον . διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος , ὑποθέντες αὐτόσε τὸ πρόσωπον , ὄργανα ἐνέδησαν
45bτούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ , καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτʼ εἶναι , τὸ κατὰ φύσιν πρόσθεν · τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα , τοιᾷδε ἐνδήσαντες αἰτίᾳ . τοῦ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε , τὸ δὲ παρέχειν φῶς ἥμερον , οἰκεῖον ἑκάστης ἡμέρας , σῶμα ἐμηχανήσαντο γίγνεσθαι . τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν , μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες
Plato, Timaeus (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Ti.]. | ||
<<Pl. Ti. 44b | Pl. Ti. 44e (English) | >>Pl. Ti. 45d |