Plutarch, Cimon (XML Header) [genre: prose] [word count] [lemma count] [Plut. Cim.].
<<Plut. Cim. 6 Plut. Cim. 7 (English) >>Plut. Cim. 8

ch. 7 7.1Κίμων δέ, τῶν συμμάχων ἤδη προσκεχωρηκότων αὐτῷ, στρατηγὸς εἰς Θρᾴκην ἔπλευσε, πυνθανόμενος Περσῶν ἄνδρας ἐνδόξους καὶ συγγενεῖς βασιλέως Ἠϊόνα πόλιν παρὰ τῷ Στρυμόνι κειμένην ποταμῷ κατέχοντας ἐνοχλεῖν τοῖς περὶ τὸν τόπον ἐκεῖνον Ἕλλησι. 7.2πρῶτον μὲν οὖν αὐτοὺς μάχῃ τοὺς Πέρσας ἐνίκησε καὶ κατέκλεισεν εἰς τὴν πόλιν· ἔπειτα τοὺς ὑπὲρ Στρυμόνα Θρᾷκας, ὅθεν αὐτοῖς ἐφοίτα σῖτος, ἀναστάτους ποιῶν καὶ τὴν χώραν παραφυλάττων ἅπασαν εἰς τοσαύτην ἀπορίαν τοὺς πολιορκουμένους κατέστησεν, ὥστε Βούτην τὸν βασιλέως στρατηγὸν ἀπογνόντα τὰ πράγματα τῇ πόλει πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι μετὰ τῶν φίλων καὶ τῶν χρημάτων ἑαυτόν. 7.3οὕτω δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν οὐδὲν ἀξιόλογον ὠφελήθη, τῶν πλείστων τοῖς βαρβάροις συγκατακαέντων, τὴν δὲ χώραν εὐφυεστάτην οὖσαν καὶ καλλίστην οἰκῆσαι παρέδωκε τοῖς Ἀθηναίοις. καὶ τοὺς Ἑρμᾶς αὐτῷ τοὺς λιθίνους δῆμος ἀναθεῖναι συνεχώρησεν, ὧν ἐπιγέγραπται τῷ μὲν πρώτῳ· 7.4 ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων
παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς,
λιμόν τʼ αἴθωνα κρυερόν τʼ ἐπάγοντες Ἄρηα
πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.
τῷ δὲ δευτέρῳ· ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν
ἀντʼ εὐεργεσίης καὶ μεγάλων ἀγαθῶν.
μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει
ἀμφὶ περὶ ξυνοῖς πράγμασι δῆριν ἔχειν.
7.5τῷ δὲ τρίτῳ· ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς
ἡγεῖτο ζάθεον Τρωϊκὸν ἐς πεδίον·
ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων
κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν.
οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς
πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης.



Plutarch, Cimon (XML Header) [genre: prose] [word count] [lemma count] [Plut. Cim.].
<<Plut. Cim. 6 Plut. Cim. 7 (English) >>Plut. Cim. 8

Powered by PhiloLogic