Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.10.5 Polyb. 1.11.2 (English) >>Polyb. 1.11.9

1.10.9 προορώμενοι Ῥωμαῖοι καὶ νομίζοντες ἀναγκαῖον εἶναι σφίσι τὸ μὴ προέσθαι τὴν Μεσσήνην μηδʼ ἐᾶσαι Καρχηδονίους οἱονεὶ γεφυρῶσαι τὴν εἰς Ἰταλίαν αὑτοῖς διάβασιν,

1.11.1

πολὺν μὲν χρόνον ἐβουλεύσαντο, καὶ τὸ μὲν συνέδριον οὐδʼ εἰς τέλος ἐκύρωσε τὴν γνώμην διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας. ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλογίαν τῆς τοῖς Μαμερτίνοις ἐπικουρίας ἰσορροπεῖν τοῖς ἐκ τῆς βοηθείας συμφέρουσιν. 1.11.2 οἱ δὲ πολλοὶ τετρυμένοι μὲν ὑπὸ τῶν προγεγονότων πολέμων καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως, ἅμα δὲ τοῖς ἄρτι ῥηθεῖσι περὶ τοῦ κοινῇ συμφέρειν τὸν πόλεμον καὶ κατʼ ἰδίαν ἑκάστοις ὠφελείας προδήλους καὶ μεγάλας ὑποδεικνυόντων τῶν στρατηγῶν, ἔκριναν βοηθεῖν. 1.11.3 κυρωθέντος δὲ τοῦ δόγματος ὑπὸ τοῦ δήμου, προχειρισάμενοι τὸν ἕτερον τῶν ὑπάτων στρατηγὸν Ἄππιον Κλαύδιον ἐξαπέστειλαν, κελεύσαντες βοηθεῖν καὶ διαβαίνειν εἰς Μεσσήνην. 1.11.4 οἱ δὲ Μαμερτῖνοι τὸν μὲν τῶν Καρχηδονίων στρατηγὸν ἤδη κατέχοντα τὴν ἄκραν ἐξέβαλον, τὰ μὲν καταπληξάμενοι, τὰ δὲ παραλογισάμενοι· τὸν δʼ Ἄππιον ἐπεσπῶντο καὶ τούτῳ τὴν πόλιν ἐνεχείριζον. 1.11.5 Καρχηδόνιοι δὲ τὸν μὲν στρατηγὸν αὐτῶν ἀνεσταύρωσαν, νομίσαντες αὐτὸν ἀβούλως, ἅμα δʼ ἀνάνδρως προέσθαι τὴν ἀκρόπολιν· 1.11.6 αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύσαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.10.5 Polyb. 1.11.2 (English) >>Polyb. 1.11.9

Powered by PhiloLogic