Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.10.7 Polyb. 1.11.6 (English) >>Polyb. 1.11.15

1.11.3 κυρωθέντος δὲ τοῦ δόγματος ὑπὸ τοῦ δήμου, προχειρισάμενοι τὸν ἕτερον τῶν ὑπάτων στρατηγὸν Ἄππιον Κλαύδιον ἐξαπέστειλαν, κελεύσαντες βοηθεῖν καὶ διαβαίνειν εἰς Μεσσήνην. 1.11.4 οἱ δὲ Μαμερτῖνοι τὸν μὲν τῶν Καρχηδονίων στρατηγὸν ἤδη κατέχοντα τὴν ἄκραν ἐξέβαλον, τὰ μὲν καταπληξάμενοι, τὰ δὲ παραλογισάμενοι· τὸν δʼ Ἄππιον ἐπεσπῶντο καὶ τούτῳ τὴν πόλιν ἐνεχείριζον. 1.11.5 Καρχηδόνιοι δὲ τὸν μὲν στρατηγὸν αὐτῶν ἀνεσταύρωσαν, νομίσαντες αὐτὸν ἀβούλως, ἅμα δʼ ἀνάνδρως προέσθαι τὴν ἀκρόπολιν· 1.11.6 αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύσαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ. 1.11.7 κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἱέρων νομίσας εὐφυῶς ἔχειν τὰ παρόντα πρὸς τὸ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατέχοντας ὁλοσχερῶς ἐκβαλεῖν ἐκ τῆς Σικελίας, τίθεται πρὸς τοὺς Καρχηδονίους συνθήκας. 1.11.8 καὶ μετὰ ταῦτʼ ἀναζεύξας ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν ἐπὶ τὴν προειρημένην πόλιν· καταστρατοπεδεύσας δʼ ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον ἀπέκλεισε καὶ ταύτης τῆς ἐξόδου τοὺς ἐν τῇ πόλει. 1.11.9 δὲ στρατηγὸς τῶν Ῥωμαίων Ἄππιος νυκτὸς καὶ παραβόλως περαιωθεὶς τὸν πορθμὸν ἧκεν εἰς τὴν Μεσσήνην. 1.11.10 ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δʼ ἐπισφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.10.7 Polyb. 1.11.6 (English) >>Polyb. 1.11.15

Powered by PhiloLogic