Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.12.8 Polyb. 1.13.7 (English) >>Polyb. 1.14.2

1.13.4 οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς ἀγῶνες. 1.13.5 τούτοις δὲ κατὰ τὸν αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν Κλεομενικὸς καλούμενος ἐνηργεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βύβλου. 1.13.6

Τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρημένων πράξεων οὐδὲν οὔθʼ ἡμῖν ἀναγκαῖον οὔτε τοῖς ἀκούουσι χρήσιμον. 1.13.7 οὐ γὰρ ἱστορεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κεφαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελλουσῶν ὑφʼ ἡμῶν ἱστορεῖσθαι πράξεων. 1.13.8 διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων πειρασόμεθα συνάψαι τὴν τελευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας ἀρχῇ καὶ προθέσει. 1.13.9 τοῦτον γὰρ τὸν τρόπον συνεχοῦς γινομένης τῆς διηγήσεως, ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκονομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθήσεσθαι παρασκευάσομεν τὴν ἔφοδον. 1.13.10 βραχὺ δʼ ἐπιμελέστερον πειρασόμεθα διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις περὶ Σικελίας. 1.13.11 οὔτε γὰρ πολυχρονιώτερον τούτου πόλεμον εὑρεῖν ῥᾴδιον οὔτε παρασκευὰς ὁλοσχερεστέρας οὔτε συνεχεστέρας πράξεις οὔτε πλείους ἀγῶνας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρημένῳ πολέμῳ συμβάντων ἑκατέροις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.12.8 Polyb. 1.13.7 (English) >>Polyb. 1.14.2

Powered by PhiloLogic