Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.15.9 Polyb. 1.16.2 (English) >>Polyb. 1.16.10

1.15.13 ἡμεῖς δʼ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πράξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐντυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου.

1.16.1

Προσπεσόντων γὰρ εἰς τὴν Ῥώμην ἐκ τῆς Σικελίας τῶν περὶ τὸν Ἄππιον καὶ τὰ στρατόπεδα προτερημάτων, καταστήσαντες ὑπάτους Μάνιον Ὀτακίλιον καὶ Μάνιον Οὐαλέριον τάς τε δυνάμεις ἁπάσας ἐξαπέστελλον καὶ τοὺς στρατηγοὺς ἀμφοτέρους εἰς τὴν Σικελίαν. 1.16.2 ἔστι δὲ παρὰ Ῥωμαίοις τὰ πάντα τέτταρα στρατόπεδα Ῥωμαϊκὰ χωρὶς τῶν συμμάχων, κατʼ ἐνιαυτὸν προχειρίζονται· τούτων ἕκαστον ἀνὰ τετρακισχιλίους πεζούς, ἱππεῖς δὲ τριακοσίους. 1.16.3 ὧν παραγενομένων ἀπό τε τῶν Καρχηδονίων αἱ πλείους ἀφιστάμεναι πόλεις προσετίθεντο τοῖς Ῥωμαίοις ἀπό τε τῶν Συρακοσίων. 1.16.4 δʼ Ἱέρων θεωρῶν τὴν διατροπὴν καὶ κατάπληξιν τῶν Σικελιωτῶν, ἅμα δὲ τὸ πλῆθος καὶ τὸ βάρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἐκ πάντων συνελογίζετο τούτων ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων τὰς τῶν Καρχηδονίων ἐλπίδας. 1.16.5 διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τοῖς λογισμοῖς διεπέμπετο πρὸς τοὺς στρατηγούς, ὑπὲρ εἰρήνης καὶ φιλίας ποιούμενος τοὺς λόγους. 1.16.6 οἱ δὲ Ῥωμαῖοι προσεδέξαντο, καὶ μάλιστα διὰ τὰς χορηγίας·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.15.9 Polyb. 1.16.2 (English) >>Polyb. 1.16.10

Powered by PhiloLogic