Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.16.10 Polyb. 1.17.5 (English) >>Polyb. 1.17.12

1.17.3 οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὸν μὲν Ἱέρωνα πολέμιον αὑτοῖς γεγονότα, τοὺς δὲ Ῥωμαίους ὁλοσχερέστερον ἐμπλεκομένους εἰς τὰ κατὰ τὴν Σικελίαν ὑπέλαβον βαρυτέρας προσδεῖσθαι παρασκευῆς, διʼ ἧς ἀντοφθαλμεῖν δυνήσονται τοῖς πολεμίοις καὶ συνέχειν τὰ κατὰ τὴν Σικελίαν. 1.17.4 διὸ καὶ ξενολογήσαντες ἐκ τῆς ἀντιπέρας χώρας πολλοὺς μὲν Λιγυστίνους καὶ Κελτούς, ἔτι δὲ πλείους τούτων Ἴβηρας, ἅπαντας εἰς τὴν Σικελίαν ἀπέστειλαν. 1.17.5 ὁρῶντες δὲ τὴν τῶν Ἀκραγαντίνων πόλιν εὐφυεστάτην οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας εἰς ταύτην συνήθροισαν τά τε χορήγια καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον. 1.17.6 τῶν δὲ Ῥωμαίων οἱ μὲν πρὸς τὸν Ἱέρωνα ποιησάμενοι στρατηγοὶ τὰς συνθήκας ἀνακεχωρήκεισαν· οἱ δὲ μετὰ τούτους κατασταθέντες Λεύκιος Ποστόμιος καὶ Κόιντος Μαμίλιος ἧκον εἰς τὴν Σικελίαν μετὰ τῶν στρατοπέδων. 1.17.7 θεωροῦντες δὲ τὴν τῶν Καρχηδονίων ἐπιβολὴν καὶ τὰς περὶ τὸν Ἀκράγαντα παρασκευὰς ἔγνωσαν τολμηρότερον ἐγχειρεῖν τοῖς πράγμασιν· 1.17.8 διὸ καὶ τὰ μὲν ἄλλα μέρη τοῦ πολέμου παρῆκαν, φέροντες δὲ παντὶ τῷ στρατεύματι πρὸς αὐτὸν Ἀκράγαντα προσήρεισαν· καὶ στρατοπεδεύσαντες ἐν ὀκτὼ σταδίοις ἀπὸ τῆς πόλεως συνέκλεισαν ἐντὸς τειχῶν τοὺς Καρχηδονίους. 1.17.9 ἀκμαζούσης δὲ τῆς τοῦ σίτου συναγωγῆς, καὶ προφαινομένης χρονίου πολιορκίας, ὥρμησαν ἐκθυμότερον τοῦ δέοντος οἱ στρατιῶται πρὸς τὸ σιτολογεῖν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.16.10 Polyb. 1.17.5 (English) >>Polyb. 1.17.12

Powered by PhiloLogic