Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.17.12 Polyb. 1.18.5 (English) >>Polyb. 1.18.11

1.18.3 τὰ δὲ μεταξὺ τῶν στρατοπέδων ἐξ ἑκατέρου τοῦ μέρους τῆς πόλεως ὠχυρώσαντο καὶ τὴν μὲν ἐντὸς αὐτῶν τάφρον προεβάλοντο χάριν τῆς πρὸς τοὺς ἐξιόντας ἐκ τῆς πόλεως ἀσφαλείας, τὴν δʼ ἐκτὸς αὐτῶν περιεβάλοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων εἰς τὰς πολιορκουμένας πόλεις. 1.18.4 τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατοπέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν τόπων ἐν διαστάσει. 1.18.5 τὰ δὲ χορήγια καὶ τὴν ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἥθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ἑρβησόν, αὐτοὶ δʼ ἐκ ταύτης τῆς πόλεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα σφίσι παρεσκεύαζον. 1.18.6 πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατʼ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. 1.18.7 συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶνοὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχονδυσχρηστούμενος Ἀννίβας ἤδη τοῖς πράγμασιν, τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συνεχῶς εἰς τὴν Καρχηδόνα τήν τε περίστασιν διασαφῶν καὶ βοηθεῖν παρακαλῶν. 1.18.8 οἱ δʼ ἐν τῇ Καρχηδόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμίσαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν πρὸς Ἄννωνα τὸν ἕτερον στρατηγόν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.17.12 Polyb. 1.18.5 (English) >>Polyb. 1.18.11

Powered by PhiloLogic