Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.18.2 Polyb. 1.18.8 (English) >>Polyb. 1.19.4

1.18.6 πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατʼ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. 1.18.7 συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶνοὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχονδυσχρηστούμενος Ἀννίβας ἤδη τοῖς πράγμασιν, τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συνεχῶς εἰς τὴν Καρχηδόνα τήν τε περίστασιν διασαφῶν καὶ βοηθεῖν παρακαλῶν. 1.18.8 οἱ δʼ ἐν τῇ Καρχηδόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμίσαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν πρὸς Ἄννωνα τὸν ἕτερον στρατηγόν. 1.18.9 ὃς συναγαγὼν τὰς παρασκευὰς καὶ δυνάμεις εἰς Ἡράκλειαν πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἑρβησέων πόλιν καὶ παρείλετο τὰς ἀγορὰς καὶ τὴν τῶν ἀναγκαίων χορηγίαν τοῖς τῶν ὑπεναντίων στρατοπέδοις. 1.18.10 ἐξ οὗ συνέβη τοὺς Ῥωμαίους ἐπʼ ἴσου πολιορκεῖν καὶ πολιορκεῖσθαι τοῖς πράγμασιν. εἰς γὰρ τοῦτο συνήγοντο τῇ σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγκαίων ὥστε πολλάκις βουλεύεσθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν. 1.18.11 δὴ καὶ τέλος ἂν ἐποίησαν, εἰ μὴ πᾶσαν σπουδὴν καὶ μηχανὴν προσφερόμενος Ἱέρων τὰ μέτρια καὶ τἀναγκαῖα σφίσι παρεσκεύαζε

1.19.1

τῶν χορηγίων. μετὰ δὲ ταῦτα θεωρῶν προειρημένος ἀνὴρ τοὺς μὲν Ῥωμαίους ὑπό τε τῆς νόσου καὶ τῆς ἐνδείας ἀσθενῶς διακειμένους διὰ τὸ λοιμικὴν εἶναι παρʼ αὐτοῖς κατάστασιν, τὰ δὲ σφέτερα στρατόπεδα νομίζων ἀξιόχρεα πρὸς μάχην ὑπάρχειν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.18.2 Polyb. 1.18.8 (English) >>Polyb. 1.19.4

Powered by PhiloLogic