Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.20.11 Polyb. 1.21.1 (English) >>Polyb. 1.21.6

1.20.14 ἀλλὰ παρὰ Ταραντίνων καὶ Λοκρῶν ἔτι δʼ Ἐλεατῶν καὶ Νεαπολιτῶν συγχρησάμενοι πεντηκοντόρους καὶ τριήρεις ἐπὶ τούτων παραβόλως διεκόμισαν τοὺς ἄνδρας. 1.20.15 ἐν δὴ καιρῷ τῶν Καρχηδονίων κατὰ τὸν πορθμὸν ἐπαναχθέντων αὐτοῖς, καὶ μιᾶς νεὼς καταφράκτου διὰ τὴν προθυμίαν προπεσούσης, ὥστʼ ἐποκείλασαν γενέσθαι τοῖς Ῥωμαίοις ὑποχείριον, ταύτῃ παραδείγματι χρώμενοι τότε πρὸς ταύτην ἐποιοῦντο τὴν τοῦ παντὸς στόλου ναυπηγίαν, 1.20.16 ὡς εἰ μὴ τοῦτο συνέβη γενέσθαι, δῆλον ὡς διὰ τὴν ἀπειρίαν εἰς τέλος ἂν ἐκωλύθησαν τῆς ἐπιβολῆς.

1.21.1

οὐ μὲν ἀλλʼ οἷς μὲν ἐπιμελὲς ἦν τῆς ναυπηγίας, ἐγίνοντο περὶ τὴν τῶν πλοίων κατασκευήν, οἱ δὲ τὰ πληρώματα συναθροίσαντες ἐδίδασκον ἐν τῇ γῇ κωπηλατεῖν τὸν τρόπον τοῦτον· 1.21.2 καθίσαντες ἐπὶ τῶν εἰρεσιῶν ἐν τῇ χέρσῳ τοὺς ἄνδρας τὴν αὐτὴν ἔχοντας τάξιν ταῖς ἐπʼ αὐτῶν τῶν πλοίων καθέδραις, μέσον δʼ ἐν αὐτοῖς στήσαντες τὸν κελευστήν, ἅμα πάντας ἀναπίπτειν ἐφʼ αὑτοὺς ἄγοντας τὰς χεῖρας καὶ πάλιν προνεύειν ἐξωθοῦντας ταύτας συνείθιζον ἄρχεσθαί τε καὶ λήγειν τῶν κινήσεων πρὸς τὰ τοῦ κελευστοῦ παραγγέλματα. προκατασκευασθέντων δὲ τούτων, 1.21.3 ἅμα τῷ συντελεσθῆναι τὰς ναῦς καθελκύσαντες καὶ βραχὺν χρόνον ἐπʼ αὐτῆς τῆς ἀληθείας ἐν θαλάττῃ πειραθέντες ἔπλεον παρὰ τὴν Ἰταλίαν κατὰ τὸ πρόσταγμα τοῦ στρατηγοῦ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.20.11 Polyb. 1.21.1 (English) >>Polyb. 1.21.6

Powered by PhiloLogic