Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.26.16 Polyb. 1.27.7 (English) >>Polyb. 1.28.2

1.27.4 ἐν ἐπικαμπίῳ νεῦον πρὸς τὴν γῆν. 1.27.5 ἡγοῦντο δὲ τῶν Καρχηδονίων τοῦ μὲν δεξιοῦ κέρως, ἔχων ἐπίπλους καὶ πεντήρεις τὰς μάλιστα ταχυναυτούσας πρὸς τὴν ὑπερκέρασιν, Ἄννων περὶ τὸν Ἀκράγαντα λειφθεὶς τῇ παρατάξει· 1.27.6 τῶν δʼ εὐωνύμων εἶχε τὴν ἐπιμέλειαν Ἀμίλκας περὶ τὴν Τυνδαρίδα ναυμαχήσας· ὃς τότε κατὰ μέσην τὴν τάξιν ποιούμενος τὸν κίνδυνον ἐχρήσατό τινι στρατηγήματι κατὰ τὸν ἀγῶνα τοιῷδε. 1.27.7 τῶν γὰρ Ῥωμαίων συνθεασαμένων ἐπὶ λεπτὸν ἐκτεταμένους τοὺς Καρχηδονίους καὶ ποιησαμένων τὴν ὁρμὴν ἐπὶ μέσους, τὴν μὲν ἀρχὴν κίνδυνος ἔλαβε τοιαύτην. 1.27.8 ταχὺ δὲ τῶν περὶ τὰ μέσα Καρχηδονίων ἐκ παραγγέλματος κλινάντων πρὸς φυγὴν χάριν τοῦ διασπάσαι τὴν τῶν Ῥωμαίων τάξιν, οὗτοι μὲν ὑπεχώρουν μετὰ σπουδῆς, οἱ δὲ Ῥωμαῖοι κατόπιν ἠκολούθουν ἐκθύμως. 1.27.9 μὲν οὖν πρῶτος καὶ δεύτερος στόλος ἐπέκειτο τοῖς φεύγουσιν, τὸ δὲ τρίτον καὶ τὸ τέταρτον στρατόπεδον ἀπεσπᾶτο, τῶν μὲν ῥυμουλκούντων τὰς ἱππηγοὺς ναῦς, τῶν δὲ τριαρίων συμμενόντων καὶ συνεφεδρευόντων τούτοις. 1.27.10 ἐπεὶ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἱκανὸν τῶν ἄλλων ἐδόκουν ἀπεσπακέναι τόπον οἱ Καρχηδόνιοι, συνθήματος ἀρθέντος ἐκ τῆς Ἀμίλκου νεὼς μετεβάλοντο πάντες ἅμα καὶ συνέβαλον τοῖς ἐπικειμένοις. 1.27.11 ἀγῶνος δὲ συστάντος καρτεροῦ, τῷ μὲν ταχυναυτεῖν ἐκπεριπλέοντες καὶ ῥᾳδίως μὲν προσιόντες ὀξέως δʼ ἀποχωροῦντες πολὺ περιῆσαν οἱ Καρχηδόνιοι,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.26.16 Polyb. 1.27.7 (English) >>Polyb. 1.28.2

Powered by PhiloLogic