Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.27.7 Polyb. 1.28.2 (English) >>Polyb. 1.28.10

1.27.12 τῷ δὲ βιαιομαχεῖν κατὰ τὰς συμπλοκὰς καὶ συνδεῖν τοῖς κόραξιν τοὺς ἅπαξ ἐγγίσαντας, ἅμα δὲ καὶ τῷ συναγωνιζομένων ἀμφοτέρων τῶν στρατηγῶν ἐν ὄψει τῶν ἡγουμένων ποιεῖσθαι τὸν κίνδυνον, οὐχ ἧττον ἐπικυδεστέρας εἶχον οἱ Ῥωμαῖοι τῶν Καρχηδονίων τὰς ἐλπίδας. 1.27.13 μὲν οὖν κατὰ τούτους μάχη τοιαύτην εἶχε διάθεσιν.

1.28.1

κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὸν κέρας ἔχων Ἄννων, τὸ μεῖναν ἐν ἀποστάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολλὴν ἀπορίαν παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς. 1.28.2 οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐνέβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δʼ ἀφέμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις. 1.28.3 ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρισμέναι τοῖς τόποις ἀλλήλων· 1.28.4 τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον. 1.28.5 οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων. 1.28.6 οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν· τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.27.7 Polyb. 1.28.2 (English) >>Polyb. 1.28.10

Powered by PhiloLogic