Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.27.10 Polyb. 1.28.4 (English) >>Polyb. 1.28.11

1.28.1

κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὸν κέρας ἔχων Ἄννων, τὸ μεῖναν ἐν ἀποστάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολλὴν ἀπορίαν παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς. 1.28.2 οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐνέβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δʼ ἀφέμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις. 1.28.3 ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρισμέναι τοῖς τόποις ἀλλήλων· 1.28.4 τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον. 1.28.5 οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων. 1.28.6 οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν· τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν. 1.28.7 μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς. 1.28.8 συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.27.10 Polyb. 1.28.4 (English) >>Polyb. 1.28.11

Powered by PhiloLogic