Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.28.12 Polyb. 1.29.3 (English) >>Polyb. 1.29.8

1.29.1

Μετὰ δὲ ταῦτα πάλιν οἱ Ῥωμαῖοι προσεπισιτισάμενοι καὶ τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων ἀνήγοντο ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην. 1.29.2 προσσχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ἑρμαίαν ἐπονομαζομένην, πρὸ παντὸς τοῦ περὶ τὴν Καρχηδόνα κόλπου κειμένη προτείνει πελάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς καὶ πάντα συναθροίσαντες τὸν στόλον ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ τὴν Ἀσπίδα καλουμένην πόλιν ἀφίκοντο. 1.29.3 ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκήσαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς ἐγίνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν. 1.29.4 οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων καταπλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπʼ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς πόλεως τόπους. 1.29.5 ἐπιγνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε πόλεως καὶ τῆς χώρας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.28.12 Polyb. 1.29.3 (English) >>Polyb. 1.29.8

Powered by PhiloLogic