Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.29.1 Polyb. 1.29.6 (English) >>Polyb. 1.30.1

1.29.4 οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων καταπλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπʼ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς πόλεως τόπους. 1.29.5 ἐπιγνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε πόλεως καὶ τῆς χώρας. 1.29.6 οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν. 1.29.7 οὐδενὸς δʼ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο· σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον. 1.29.8 ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δʼ ἕτερον ἀποκομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.29.1 Polyb. 1.29.6 (English) >>Polyb. 1.30.1

Powered by PhiloLogic