Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.2.6 Polyb. 1.3.4 (English) >>Polyb. 1.3.10

1.3.2 ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβιακόν. ταῦτα δʼ ἔστι συνεχῆ τοῖς τελευταίοις τῆς παρʼ Ἀράτου Σικυωνίου συντάξεως. 1.3.3 ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμένης πράξεις διὰ τὸ καὶ κατὰ τὰς ἐπιβολάς, ἔτι δὲ καὶ τὰς συντελείας αὐτῶν ὁμοίως δὲ καὶ κατὰ τοὺς τόπους διαφέρειν ἕκαστα τῶν πεπραγμένων. 1.3.4 ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων. 1.3.5 διὸ καὶ τὴν ἀρχὴν τῆς αὑτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν καιρῶν. 1.3.6 τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὑτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτως καὶ τότε πρῶτον ἐθάρσησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν καὶ περαιοῦσθαι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους. 1.3.7 εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.2.6 Polyb. 1.3.4 (English) >>Polyb. 1.3.10

Powered by PhiloLogic