Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.32.3 Polyb. 1.33.1 (English) >>Polyb. 1.33.7

1.32.7 ὡς δʼ ἐξαγαγὼν πρὸ τῆς πόλεως τὴν δύναμιν ἐν κόσμῳ παρενέβαλε καί τι καὶ κινεῖν τῶν μερῶν ἐν τάξει καὶ παραγγέλλειν κατὰ νόμους ἤρξατο, τηλικαύτην ἐποίει διαφορὰν παρὰ τὴν τῶν πρότερον στρατηγῶν ἀπειρίαν ὥστε μετὰ κραυγῆς ἐπισημαίνεσθαι τοὺς πολλοὺς καὶ σπεύδειν ὡς τάχιστα συμβαλεῖν τοῖς πολεμίοις, πεπεισμένους μηδὲν ἂν παθεῖν δεινὸν ἡγουμένου Ξανθίππου. 1.32.8 τούτων δὲ γινομένων οἱ στρατηγοὶ συνιδόντες τοὺς ὄχλους ἀνατεθαρρηκότας παραδόξως ταῖς ψυχαῖς, παρακαλέσαντες αὐτοὺς τὰ πρέποντα τῷ καιρῷ μετʼ ὀλίγας ἡμέρας ὥρμησαν ἀναλαβόντες τὴν δύναμιν. 1.32.9 αὕτη δʼ ἦν πεζοὶ μὲν εἰς μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακισχίλιοι, τὸ δὲ τῶν ἐλεφάντων πλῆθος ἔγγιστά που τῶν ἑκατόν.

1.33.1

Οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατʼ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις. 1.33.2 συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων. 1.33.3 τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἴη κατὰ τὸ παρόν· 1.33.4 οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατʼ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶντες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.32.3 Polyb. 1.33.1 (English) >>Polyb. 1.33.7

Powered by PhiloLogic