Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.34.5 | Polyb. 1.34.11 (English) | >>Polyb. 1.35.8 |
1.34.8 οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων , καὶ τούτων οἱ μὲν ὑπὸ τῶν θηρίων καὶ τῶν ἱππέων ἀπώλλυντο , πεντακόσιοι δʼ ἴσως οἱ μετὰ Μάρκου τοῦ στρατηγοῦ φυγόντες μετʼ ὀλίγον ὑποχείριοι γενόμενοι σὺν αὐτῷ ʼκείνῳ πάντες ἐζωγρήθησαν .
1.34.9 τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ἔπεσον εἰς ὀκτακοσίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες , τῶν δὲ Ῥωμαίων ἐσώθησαν μὲν εἰς δισχιλίους οἱ κατὰ τὸ δίωγμα τῶν προειρημένων ἐκτὸς γενόμενοι τοῦ κινδύνου ,
1.34.10 τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόντων .
1.34.11 αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖσαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως ·
1.34.12 οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπανῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν .
1.35.1
καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ , καὶ μάλιστα κατὰ τὰς εὐπραγίας , ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων ·
1.35.3 ὁ γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγγνώμην τοῖς πταίουσιν παρὰ πόδας αὐτὸς ἤγετο δεησόμενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας .
1.35.4 καὶ μὴν τὸ παρʼ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε διʼ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.34.5 | Polyb. 1.34.11 (English) | >>Polyb. 1.35.8 |