Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.34.7 Polyb. 1.35.2 (English) >>Polyb. 1.36.1

1.34.10 τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόντων. 1.34.11 αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖσαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως· 1.34.12 οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπανῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν.

1.35.1

Ἐν καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινόμενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων βίου συντελεσθέντα. 1.35.2 καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων· 1.35.3 γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγγνώμην τοῖς πταίουσιν παρὰ πόδας αὐτὸς ἤγετο δεησόμενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας. 1.35.4 καὶ μὴν τὸ παρʼ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε διʼ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν. 1.35.5 εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντʼ εἶναι καθεῖλεν, τὸ δὲ προφανῶς πεπτωκὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγεν. 1.35.6 ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς τῶν ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως. 1.35.7 δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθʼ ἑκουσίως αἱρετέον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.34.7 Polyb. 1.35.2 (English) >>Polyb. 1.36.1

Powered by PhiloLogic