Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.34.10 Polyb. 1.35.7 (English) >>Polyb. 1.36.4

1.35.4 καὶ μὴν τὸ παρʼ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε διʼ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν. 1.35.5 εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντʼ εἶναι καθεῖλεν, τὸ δὲ προφανῶς πεπτωκὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγεν. 1.35.6 ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς τῶν ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως. 1.35.7 δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθʼ ἑκουσίως αἱρετέον, 1.35.8 ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δʼ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἔστιν συνιδεῖν ἐν αὐτῷ τὸ βέλτιον. 1.35.9 ἐξ ὧν συνιδόντι καλλίστην παιδείαν ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν· 1.35.10 μόνη γὰρ αὕτη χωρὶς βλάβης ἐπὶ παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος. ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.

1.36.1

Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.34.10 Polyb. 1.35.7 (English) >>Polyb. 1.36.4

Powered by PhiloLogic