Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.35.2 Polyb. 1.35.9 (English) >>Polyb. 1.36.7

1.35.7 δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθʼ ἑκουσίως αἱρετέον, 1.35.8 ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δʼ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἔστιν συνιδεῖν ἐν αὐτῷ τὸ βέλτιον. 1.35.9 ἐξ ὧν συνιδόντι καλλίστην παιδείαν ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν· 1.35.10 μόνη γὰρ αὕτη χωρὶς βλάβης ἐπὶ παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος. ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.

1.36.1

Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης. 1.36.2 Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγμασιν μετʼ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρονίμως καὶ συνετῶς βουλευσάμενος. 1.36.3 αἱ γὰρ ἐπιφανεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν· ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τʼ ἂν εἶεν ἐπὶ πολὺν χρόνον ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφʼ ἑκατέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.35.2 Polyb. 1.35.9 (English) >>Polyb. 1.36.7

Powered by PhiloLogic