Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.35.5 Polyb. 1.36.3 (English) >>Polyb. 1.36.10

1.35.10 μόνη γὰρ αὕτη χωρὶς βλάβης ἐπὶ παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος. ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.

1.36.1

Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης. 1.36.2 Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγμασιν μετʼ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρονίμως καὶ συνετῶς βουλευσάμενος. 1.36.3 αἱ γὰρ ἐπιφανεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν· ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τʼ ἂν εἶεν ἐπὶ πολὺν χρόνον ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφʼ ἑκατέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσι. 1.36.4 λέγεται δὲ καὶ ἕτερος ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς Ξανθίππου λόγος, ὃν πειρασόμεθα διασαφεῖν οἰκειότερον λαβόντες τοῦ παρόντος καιρόν.

Ῥωμαῖοι δέ, 1.36.5 προσπεσόντων σφίσι παρʼ ἐλπίδα τῶν ἐν Λιβύῃ συμβεβηκότων, εὐθέως ἐγίνοντο πρὸς τὸ καταρτίζειν τὸν στόλον καὶ τοὺς ἄνδρας ἐξαιρεῖσθαι τοὺς ἐν τῇ Λιβύῃ διασεσωσμένους. 1.36.6 οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατοπεδεύσαντες ἐπολιόρκουν τὴν Ἀσπίδα, σπουδάζοντες ἐγκρατεῖς γενέσθαι τῶν ἐκ τῆς μάχης διαφυγόντων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.35.5 Polyb. 1.36.3 (English) >>Polyb. 1.36.10

Powered by PhiloLogic