Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.36.4 Polyb. 1.37.1 (English) >>Polyb. 1.37.8

1.36.10 οἱ δὲ Ῥωμαῖοι τῆς θερείας ἀρχομένης καθελκύσαντες τριακόσια καὶ πεντήκοντα σκάφη καὶ στρατηγοὺς ἐπιστήσαντες Μάρκον Αἰμίλιον καὶ Σερούιον Φόλουιον ἐξαπέστελλον. οἱ δʼ ἀναχθέντες ἔπλεον παρὰ τὴν Σικελίαν ὡς ἐπὶ τῆς Λιβύης. 1.36.11 συμμίξαντες δὲ περὶ τὴν Ἑρμαίαν τῷ τῶν Καρχηδονίων στόλῳ, τούτους μὲν ἐξ ἐφόδου καὶ ῥᾳδίως τρεψάμενοι ναῦς ἔλαβον αὐτάνδρους ἑκατὸν δεκατέτταρας· 1.36.12 τοὺς δʼ ἐν Λιβύῃ διαμείναντας νεανίσκους ἀναλαβόντες ἐκ τῆς Ἀσπίδος ἔπλεον αὖθις ἐπὶ τῆς Σικελίας.

1.37.1

διάραντες δὲ τὸν πόρον ἀσφαλῶς καὶ προσμίξαντες τῇ τῶν Καμαριναίων χώρᾳ τηλικούτῳ περιέπεσον χειμῶνι καὶ τηλικαύταις συμφοραῖς ὥστε μηδʼ ἂν εἰπεῖν ἀξίως δύνασθαι διὰ τὴν ὑπερβολὴν τοῦ συμβάντος. 1.37.2 τῶν γὰρ ἑξήκοντα καὶ τεττάρων πρὸς ταῖς τριακοσίαις ναυσὶν ὀγδοήκοντα μόνον συνέβη περιλειφθῆναι σκάφη, τῶν δὲ λοιπῶν τὰ μὲν ὑποβρύχια γενέσθαι, τὰ δʼ ὑπὸ τῆς ῥαχίας πρὸς ταῖς σπιλάσι καὶ τοῖς ἀκρωτηρίοις καταγνύμενα πλήρη ποιῆσαι σωμάτων τὴν παραλίαν καὶ ναυαγίων. 1.37.3 ταύτης δὲ μείζω περιπέτειαν ἐν ἑνὶ καιρῷ κατὰ θάλατταν οὐδʼ ἱστορῆσθαι συμβέβηκεν. ἧς τὴν αἰτίαν οὐχ οὕτως εἰς τὴν τύχην ὡς εἰς τοὺς ἡγεμόνας ἐπανοιστέον· 1.37.4 πολλὰ γὰρ τῶν κυβερνητῶν διαμαρτυραμένων μὴ πλεῖν παρὰ τὴν ἔξω πλευρὰν τῆς Σικελίας τὴν πρὸς τὸ Λιβυκὸν πέλαγος ἐστραμμένην διὰ τὸ τραχεῖαν εἶναι καὶ δυσπροσόρμιστον, ἅμα δὲ καὶ τὴν μὲν οὐδέπω καταλήγειν ἐπισημασίαν, τὴν δʼ ἐπιφέρεσθαι· μεταξὺ γὰρ ἐποιοῦντο τὸν πλοῦν τῆς Ὠρίωνος



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.36.4 Polyb. 1.37.1 (English) >>Polyb. 1.37.8

Powered by PhiloLogic