Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.37.8 Polyb. 1.38.3 (English) >>Polyb. 1.39.1

1.38.1

Οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς. 1.38.2 καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα. 1.38.3 τοῦτον δʼ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον. 1.38.4 δʼ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιησόμενος τῶν ὑπαίθρων. 1.38.5 Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός· οὐ βουλόμενοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη. 1.38.6 τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχοντες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτίσαντες τὸν στόλον ἀνήχθησαν, 1.38.7 καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασωθέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραντες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, ἐνεχείρησαν αὐτὴν πολιορκεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.37.8 Polyb. 1.38.3 (English) >>Polyb. 1.39.1

Powered by PhiloLogic